Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 15.1 | Dem. 15.4 (English) | >>Dem. 15.7 |
15.2ἔστι μὲν οὖν ἓν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν , τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας . ἄξιον δʼ ἡσθῆναι τῷ παρόντι καιρῷ · συμβήσεται γὰρ ὑμῖν , ἐὰν ἃ χρὴ βουλεύσησθʼ ὑπὲρ αὐτοῦ , τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι .
15.3ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι , καὶ διὰ ταῦτα συνέστησαν ἐφʼ ἡμᾶς τὸν τελευταῖον τουτονὶ πόλεμον · φανήσεται δʼ ὁ μὲν πρυτανεύσας ταῦτα καὶ πείσας Μαύσωλος , φίλος εἶναι φάσκων Ῥοδίων , τὴν ἐλευθερίαν αὐτῶν ἀφῃρημένος , οἱ δʼ ἀποδείξαντες ἑαυτοὺς συμμάχους Χῖοι καὶ Βυζάντιοι τοῖς ἀτυχήμασιν αὐτῶν οὐ βεβοηθηκότες ,
15.4ὑμεῖς δʼ , οὓς ἐφοβοῦντο , μόνοι τῶν πάντων τῆς σωτηρίας αὐτοῖς αἴτιοι . ἐκ δὲ τοῦ ταῦθʼ ὑφʼ ἁπάντων ὀφθῆναι ποιήσετε τοὺς πολλοὺς ἐν ἁπάσαις ταῖς πόλεσι τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὑτῶν σωτηρίας , ἐὰν ὑμῖν ὦσι φίλοι · οὗ μεῖζον οὐδὲν ἂν ὑμῖν γένοιτʼ ἀγαθόν , ἢ παρὰ πάντων ἑκόντων ἀνυπόπτου τυχεῖν εὐνοίας .
θαυμάζω δʼ ὅτι τοὺς αὐτοὺς ὁρῶ ὑπὲρ μὲν Αἰγυπτίων τἀναντία πράττειν βασιλεῖ τὴν πόλιν πείθοντας , ὑπὲρ δὲ τοῦ Ῥοδίων δήμου φοβουμένους τὸν ἄνδρα τοῦτον . καίτοι τοὺς μὲν Ἕλληνας ὄντας ἅπαντες ἴσασι , τοὺς δʼ ἐν τῇ ἀρχῇ τῇ ʼκείνου μεμερισμένους .
15.5
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 15.1 | Dem. 15.4 (English) | >>Dem. 15.7 |